Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.1-7
Not analysed yet
‘Βασιλεὺς Πτολεμαῖος ἀρχιερεῖ Ἐλεαξάρῳ χαίρειν καὶ ἐρρῶσθαι. Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι, γενηθέντας ἀναρπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν ‚καθ’ ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους ‚ἀφ’ ὧν καὶ πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μι- σθοφορίαις ‚ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς, φρούρια κτίσας, ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβον ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις ‚ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν ‚ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ’ ἀξίαν ἀργυρικὴν τιμὴν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμὰς, διειληφότες εὐσεβῶς τοῦτο πράσσειν, καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ τῇ κρατίστῃ παρ’ ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν ‚τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν πίστεως ἀξίους ἐπικρίνων κατέστησα.