Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.1-2
Not analysed yet
Εἰκότως δῆτα ἡμεῖς τούτων ἁπάντων ἐλευθέρους ἡμᾶς γενέσθαι ὁμολογοῦμεν ,τῆς μακρᾶς καὶ πεπαλαιωμένης πλάνης ὥσπερ τινὸς δεινῆς καὶ χαλεπωτάτης νόσου λελυτρωμένοι · καὶ πρῶτα μὲν τῇ τοῦ παντοκράτορος θεοῦ χάριτι καὶ εὐεργεσίᾳ, δεύτερον δὲ ἀπορρήτῳ δυνάμει τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, καὶ τρίτον σώφρονι λογισμῷ κρίναντες ἀνόσιον εἶναι καὶ δυσσεβὲς τῇ τοῦ θεοῦ σεβασμίᾳ προσηγορίᾳ τιμᾶν τοὺς πάλαι ἐν νεκροῖς κειμένους θνητοὺς ἄνδρας, καὶ οὐδὲ σωφρόνων ἀνδρῶν μνήμην ἀπολελοιπότας, ἐσχάτης δὲ ἀκρασίας καὶ ἀκολασίας ὠμότητός τε καὶ φρενοβλαβείας δείγματα τοῖς μετ’ αὐτοὺς φυλάττειν παραδεδωκό