Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4-2
Not analysed yet
Δεηθέντος γάρ τινος καταδέξασθαι θεὸν, εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύσας ,ἐπάγει ῥιπῇ δαιμονίη γὰρ ἅλις ἐπιδέδρομεν ἀλκὴ σαῖσι γοναῖς ,ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις. δι’ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. ”Ταῦτά σοι ὁ Πορφύριος ,οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν ; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ.