Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 30
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 30
Not analysed yet
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ. Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις ἰατρικὸν, ἀλλ’ οὐ μαντικὸν. Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδας, ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην. γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάν- τεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησι. ”