Ancient Greek
33.10 to 33.11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 33.10-11
Not analysed yet
οὔκουν ἔμοιγ’ ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτοῦ κλέος ὄρουσεν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν ,ἐφ’ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστὴς, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν.