Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 35
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 35
Not analysed yet
‟Εἰ ἄφθαρτος ὁ κόσμος. Πυθαγόρας τε καὶ Πλάτων καὶ οἶ Στωϊκοὶ γεννητὸνὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν, ὅσον ἐπὶ τῇ φύσει —αἰσθητὸν γὰρ εἶναι, διότι σωματικόν —οὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ. Ἐπίκουρος φθαρτὸν ,ὅτι γεννητὸν, ὡς ζῷον, ὡς φυτὸν. Ξενοφάνης ἀγέννητον καὶ ἀίδιον καὶ ἄφθαρτον κόσμον. Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητὸν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται.”