Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 36
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 36
Not analysed yet
‟Πόθεν τρέφεται ὁ κόσμος. Ἀριστοτέλης, εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς ἐπιδέεται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος. Πλάτων, αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι. Φιλόλαος, διττὴν εἷναι τὴν φθορὰν, τοτὲ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τοτὲ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσ- μου.”