Ancient Greek · ~2 min
36.1 to 36.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 36.1-2
Not analysed yet
ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώιον ἔσται φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διωνύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονυσίοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς. τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ ,οὐκ ἀθάνατοι ,ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακὸν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὂλυμπον, ὅθι, φασὶ, θεῶν ἶδος ἀσφαλὲς αἰεί.