Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 39
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 39
Not analysed yet
‟Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι. Διογένης, Ἀναξαγόρας, μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθηναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὐτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵνα τὰ μὲν ἀοίκητα γένηται, τὰ δὲ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν. Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐπικλιθῆναι τἀς ἄρκτους καὶ τὰ βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι, καθὸ καὶ τὸν ὅλον κόσμον.”