Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 40
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 40
Not analysed yet
‟Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν. Οἱ μὲν ἀπὸ Πυθαγόρου, ἐκτὸς εἷναι τοῦ κόσμου κενὸν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος, καὶ ἐξ οὗ. Οἱ δὲ Στωϊκοὶ, εἰς ὃ καὶ τῇ ἐκπυρώσει ἀναλύεται, ἄπειρον. Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ περὶ κενοῦ.] Πλάτων’, Ἀριστοτέλης, μήτ’ ἐκτὸς τοῦ κόσμου διάκενον εἶναι μήτ’ ἐντός.”