Ancient Greek · ~3 min
4.2 to 4.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.2-2-3
Not analysed yet
πῶς γὰρ οὐ πάντων ἠλιθιώτατον τοὺς σωφροσύνης ἐραστὰς τοῖς αἰσχροῖς καὶ ἀκολάστοις τόν πρωτείων παραχωρεῖν ,καὶ τοὺς συνετοὺς καὶ ἔμφρονας τοῖς τὰς φρένας ἀπολωλεκόσι τὴν σεβασμίαν παρέχειν τιμὴν, τούς τε δικαιοσύνης καὶ φιλανθρωπίας ἀσκητὰς τοῖς δι’ ὑπερβολὴν ὠμότητος καὶ ἀπανθρωπίας τεκνοκτονίας καὶ πατροκτονίας μιάσμασιν ἐνισχημένοις ; ποίαν δὲ οὐχ ὑπερηκόντισεν ὺπερβολὴν ἀσεβείας τὸ καταβάλλειν εἰς ἄρρητα ἀνδρῶν καὶ γυναικῶν μόρια καὶ εἰς τὴν ἄλογον καὶ θηριώδη φύσιν τὴν σεμνὴν καὶ παναγίαν τοῦ θεοῦ πρόσρησιν, τοιαῦτά τε αἰσχρὰ καὶ ἀπάνθρωπα θεολογεῖν, οἷα καὶ ἐπὶ τῶν ἐν ἀνθρώποις κακουργῶν ,εἰ κατελεγχθείη, ταῖς ἀπὸ τῶν νόμων ἀπαραιτήτοις ὑποπέσοιεν ἂν τιμωρίαις ;