Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.2-3
Not analysed yet
ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ Ὄσιριν καὶ τὴν Ἴσιν, καὶ πάντας τοὺς ἱερατικοὺς μύθους, ἢ εἰς τοὺς ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομένους, ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις, ἢ εἰς τὴν τοῦ ἡλίου πορείαν, ἢ τό γε νυκτερινὸν ἡμισφαίριον, ἢ τὸ ἡμερινὸν, ἢ τόν γε ποταμόν· καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας. ὧν οἶ πλείους καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν κινήσεως, οὐκ οἶδ’ ὅπως δεσμοῖς ἀλύτοις ἀνάγκῃ, ἣν εἱμαρμένην λέγουσι, πάντα καταδήσαντες, καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς. οὕτω λυτῆρας τῆς εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ τοῖς ἄλλοις θεραπεύουσι.”