Ancient Greek · ~2 min
4.2 to 4.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.2-7-3
Not analysed yet
βουλομένων δὲ ἡμῶν καὶ σοὶ χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις, καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ’ ὑμῖν Ἑβραικῶν λεγομένων γραμμάτων, ἔν ὑπάρχῃ καὶ ταῦτα παρ’ ἡμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως ‚ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας ‚πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου ‚καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ’ ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τού- του μεγάλην ἀτοίσεσθαι δόξαν.