Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.1-5
Not analysed yet
“Bἐλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν καὶ Ἴσιν ἱστορούμενα μήτε θεῶν πάθη, μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων’ καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι, καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς, ἡδονὴν δεχομένῃ χομένῃ καὶ πόνον ,καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ’ Ἔλλησιν ᾀδόμενα, καὶ πολλαί τινες ἄθεσμοι πράξεις, καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Απόλλωνα, φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος, οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς μυθολογουμένων τελεταῖς ἄρρητα διασώζεται καὶ ἀθέατα πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον.”