Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.4-2
Not analysed yet
καὶ τί χρὴ μηκύνειν εὐαγγελιζομένους πάντα βάρβαρον ὁμοῦ καὶ Ἕλληνα τὴν ἀπὸ τῶν εἰρημένων κακῶν ἐλευθερίαν, τῆς τε ἀπὸ τῶν ψευδωνύμων θεῶν ἀποστασίας ,τὸ εὔλογον εἰς φῶς ἀγαγόντας, ὁπότε καὶ αὐτῶν ἤδη τῶν σφόδρα δεισιδαιμόνων οἶ πλείους, ὥσπερ ἐκ βαθέος κάρου διανήψαντες, καὶ τῆς παλαιάς ἀχλύος τὸ τῆς ψυχῆς ὄμμα διοίξαντες ,τὸν βαθὺν λῆρον συνεῖδον τῆς πατρικῆς πλάνης ,καὶ στάντες ἐπὶ λογισμοῦ τὴν ἑτέραν ὁδὸν εἵλοντο, τῆς παλαιᾶς ἀναχωρήσαντες ;