Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.3-2
Not analysed yet
Ταῦτα μὲν οὖν ἀπὸ τῆς δηλωθείσης ἐπιστολῆς κείσθω, σαφῶς διαγορεύοντα ὅτι καὶ ἡ τῶν Αἰγυπτίων ἀπόρρητος θεολογία οὐδὲ ἄλλους πλὴν τῶν κατ’ οὐρανὸν ἀστέρων τῶν τε ἀπλανῶν καλουμένων καὶ τῶν ὀνομαζομένων πλανητῶν ἐθεολόγει, δημιουργόν τε τῶν ὅλων εἰσῆγεν οὐτιναοῦν ἀσώματον, οὐδὲ λόγον δημιουργικὸν ,οὐδὲ μὴν θεὸν, οὐδὲ θεοὺς, οὐδέ τινας νοερὰς καὶ ἀφανεῖς δυνάμεις ,μόνον δὲ τὸν ὁρώμενον ἥλιον · διὸ καὶ μόνοις τοῖς ἄστροις τὴν τῶν ὅλων ἀνετίθεσαν αἰτίαν, τὰ πάντα εἱμαρμένης ἐξάπτοντες καὶ τῆς τῶν ἄστρων κινήσεως τε καὶ φορᾶς, ὥσπερ ἀμέλει εἰσέτι καὶ νῦν ἥδε παρ’ αὐτοῖς κεκράτηκεν ἡ δόξα.