Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.4-5
Not analysed yet
ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀρισταῖον, τιμωμένους παρ’ ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφε δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ καὶ φιλίας ἄξιόν τι πράξεις · ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.’ Πρὸς ταῦτα ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐέἀκαρπς οὕτως