Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.1-7
Not analysed yet
’Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ‚ φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη ‚ἡ ἀδελφὴ ‚καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα ‚καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν, μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν ‚καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἔν εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν