Ancient Greek
5.2 to 5.5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.2-6-5
Not analysed yet
ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα ‚κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς έπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερὸν, ἀργυρίου τάλαντα ἑκατὸν, ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων μένων παρὰ σοὶ καὶ Ἀρισταῖος, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα οἱ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ’ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστὶν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως ἐστι σημεῖον. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐεργέτηκας. εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καἲ τῶν φίλων ‚καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντὸς, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός. καὶ ὅπως γένηται συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφὴ ‚παρόντων πάντων, ἐπελε- ξάμην ἄνδρας καλοὺς καὶ ἀγαθοὺς ‚πρεσβυτέρους, ἀφ’ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας τὸν νόμον. καλῶς οὑν ποιήσεις, βασιλεῦ δίκαιε, προσ- τάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων ‚ἔνα πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄν- δρες. ἔρρωσο.”