Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.6-4
Not analysed yet
Τούτοις ἐξῆς, πολλὰ διὰ μέσου περὶ τῆς προ- τεθείσης εἰπὼν πραγματείας ‚μετὰ τὴν τῶν γραφῶν ἑρμηνείαν ἐπιφέρει αὐτοῖς ῥήμασι “Καθὼς δ’ ἀνεγνώσθη ταῦτα τὰ τεύχη ‚στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι ‚καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος, οἱ τε ἡγούμενοι τοῦ πλήθους, εἶπον, ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἀκριβῶς ‚καλῶς ἔχον ἐστὶν, ἵνα διαμένῃ ταῦθ’ οὕτως ἔχοντα, καὶ μὴ γένηται μηδεμία διασκευή. πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις ‚ἐκέλευσαν ’σαν ἐπαρᾶσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἴ τις δια- σκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν ‚καλῶς τοῦτο πράσσοντες ‚ἔνα διὰ παντὸς ἀέναα μένοντα φυλάσ- σηται.