Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.1-4
Not analysed yet
“Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωλκε δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων. ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν ἔχρησεν ὁ θεὸς χρυσόκερως βλοσυροῖο Διωνύσου θεράπων Πὰν, βαίνων ὑλήεντα κατ᾿ οὔρεα, χειρὶ κραταιῇ ῥάβδον ἔχεν, ἑτέρη δὲ λιγὺ πνείουσαν ἔμαρπτε σύριγγα γλαφυρὴν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν· ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν ὑλοτόμους πάντας, θάμβος δ᾿ ἔχεν εἰσορόωντας δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος. καί νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο, εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο, ἣν καὶ χρὴ λίσσεσθ᾿, ἵνα σοι γίγνητ᾿ ἐπαρωγός.”