Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.7-2
Not analysed yet
προσφωνηθέντων δὲ καὶ τούτων τῷ βα- σιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν ἣν εἶχεν ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα ‚καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν, καὶ πρὸς τὸν Δημήτριον εἶπε, πῶς τηλικούτων κούτων πραγμάτων συντετελεσμένων οὐδεὶς ἐπέβα βάλετο τῶν ἱστορικῶν οὐδὲ ποιητῶν ἐπιμνησθῆναι; ἐκεῖνος δὲ ἔφη, διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν. καὶ διὰ θεοῦ γεγονέναι, καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν