Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 54
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 54
Not analysed yet
Πέρι ἐνιαυτῶν. Ενιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λ΄ · Δῖός δὲ δώδεκα, Ἄρεως δὲ δυεῖν, ἡλίου δὲ ιβ΄ μῆνες· οἶ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι γάρ. σελήνης δὲ ἡμέραι λ΄ . οὗτος γὰρ ὁ τέλειος μ’ ἀπὸ φάσεως εἰς σύνοδον. Τὸν δὲ μέγαν ἐνιαυτὸν οἶ μὲν ἐν τῇ ὀκταετηρίθι τίθενται· οἷ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι· οἱ δὲ ἐν τοῖς ’ξ ἑνὸς δέουσιν. Ἡράκλειτος, ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν. Διογενὴς, ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακασίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ Ἡράκλειτον ὁ ἐνιαυτός· ἄλλοι δὲ διὰ ψοζ΄.” Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται. θέα δὲ καὶ τὰ περὶ γῆς.