Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 55
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 55
Not analysed yet
‟Περὶ γῆς. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ μίαν εἶναι τὴν γῆν. Ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα. Οἱ Στωϊκοὶ, τὴν γῆν μίαν καὶ πεπερασμένην. Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι. Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δὲ ἥλιον τοῦ ἀέρος.”