Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6
Not analysed yet
πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς, ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ’ ἑκάστοις ἔθνεσιν ἀπηκριβωκὼς ,ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσι τοῖς φιλολόγοις κτησάμενος ,καὶ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν, συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασι, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ’ Αἰγυπτίους θεολογίας · ἀφ’ ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν ,ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησι τῆς τούτου γραφῆς. ἱστορεῖ δ’ οὖν ταῦτα πρὸς λέξιν