Ancient Greek · ~2 min
6.2 to 6.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.2-3-3
Not analysed yet
Ἀκήκοας οἷκα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ έν Βραγχίδαις ξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα κατορθώματα ,ὧν δὴ ἕνεκα τὴν οὐράνιον ἀπολελοιπότες διατριβὴν τὴν σὺν ἀνθρώποις ἀντικατηλλάξαντο. πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν, καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. οἶ δὲ τούτων μὲν οὐδέν· ἄκουε δ’ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διηρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως.