Ancient Greek · ~2 min
6.13 to 6.14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.13-14
Not analysed yet
ταύτῃ δὲ κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὑρετὰς, ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους ,ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τὴν φύσιν θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς, σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς αὐτοῖς ἐνυπάρχουσαν ἐφ’ οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες. τοσαύτη δ’ ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία ,ὡς μηδὲν τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίξεσθαι, μηδ’ ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς παρ’ αὐτῶν παρεχομένας ὠφελείας, ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας ἀποθαυμάζειν.