Ancient Greek · ~4 min
7.9 to 7.12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.9-2-12
Not analysed yet
οὐκ οἶδ’ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε· ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·) ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; τί δ’ ; ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν ; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι, καὶ ἀνθρώπων ὁ μὲν γόης ,ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σὺ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεὸς, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης ; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ. πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν ; τί φής ; ἆρ’ οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; δῆλον ὅτι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον.