Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.7-2
Not analysed yet
ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τί ἐστιν, ὦ Ἂπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν ’ρᾶν κτίζειν ,καὶ ἕξομαι καὶ καθιῶ, εἴτε λέγοις εἴτε μὴ, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι ,ἀλλὰ σὺ ,ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος.