Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.1-5
Not analysed yet
‘‘Ἄξιον δὲ ἐπὶ τούτοις ἅπασι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ στωικῷ περὶ τοῦ λό- γου τοῦδε. οὕτος γὰρ έν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι, μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερὴ, ἥπερ λάχε γεινόμενόν περ.