Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.8
Not analysed yet
ἔοικα δή σοι μᾶλλον προσέξειν. ἄγγειλον Παρίοις, Τελεσίκλεεσ, ὥς σε κελεύω νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀγγέλω, νὴ Δία, φήσει τάχα που τις τετυφωμένος, ἢ σὲ ἐλέγχων,) κἂν μὴ κελεύσῃς ’πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Παρίοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὃς ,εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν οἷ Παρίοι Θάσον ᾤκησαν.