Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.2-4
Not analysed yet
καὶ ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ ,ὅτε μιν τέκε μήτηρ· καὶ Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. οὐ θεωρῶν ὅτι τὰ ἀλλαχοῦ πάλιν παρὰ τῷ ποιητῇ λεγόμενα τούτοις ἄντικρυς ἠναντίωται, οἶς καὶ αὐτὸς ἐν τῷ δευτέρῳ βιβλίῳ χρῆται ,βουλόμενος συνιστᾶν τὸ καὶ παρ’ ἡμὰς πολλὰ γίνεσθαι ,οἶον τὸ αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. καὶ τὸ ὢ πόποι ,οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. ἐξ ἡμέων γάρ φασι κάκ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσι.