Ancient Greek
BIBΛION ΠΡΩΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.10
Not analysed yet
“Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος στοιχεῖα τὲσσαρα, πῦρ, ὕδωρ, αἰθέρα, γαῖαν· αἰτίαν δὲ τούτων φιλίαν καὶ νεῖκος. ἐκπρώτης φησὶ τῆς τῶν στοιχείων κράσεως ἀποκριθέντα τὸν ἀέρα περιχυθῆναι κύκλῳ, μετὰ δὲ τὸν ἀέρα τὸ πῦρ ἐκδραμὸν καὶ οὐκ ἔχον ἑτέραν χώραν ἄνω ἐκτρέχειν ὑπὸ τοῦ περὶ τὸν ἀέρα πάγου. εἶναι δὲ κύκλῳ περὶ τὴν γῆν φερόμενα δύο ἡμισφαίρια, τὸ μὲν καθόλου πυρὸς, τὸ δὲ μικτὸν ἐξ ἀέρος καὶ ὀλίγου πυρὸς, ὃπερ οἴεται τὴν νύκτα εἶναι. τὴν δὲ ἀρχὴν τῆς κινήσεως συμβῆναι ἀπὸ τοῦ τετυχηκέναι κατὰ τὸν ἀθροισμὸν, ἐπιβρίσαντος τοῦ πυρός. ὁ δὲ ἥλιος τὴν φύσιν οὐκ ἔστι πῦρ, ἀλλὰ τοῦ πυρὸς ἀντανάκλασις, ὁμοία τῇ ἀφ’ ὕδατος γινομένῃ. σελήνην δέ φησι συστῆναι καθ’ ἑαυτὴν ἐκ τοῦ ἀπολειφθέωτος ἀέρος ὑπὸ τοῦ πυρός· τοῦτον γὰρ παγῆναι, καθάπερ καὶ τὴν χάλαζαν· τὸ δὲ φῶς αὐτὴν σχεῖν ἀπὸ τοῦ ἡλίου. τὸ δὲ ἡγεμονικὸν οὔτε ἐν κεφαλῇ οὔτε ἐν θώρακι, ἀλλ’ ἐν αἳματι· ὅθεν καθ’ ὅ τι ἂν μέρος τοῦ σώματος πλέον ᾖ παρεσπαρμένον τὸ ἡγεμονικὸν, οἴεται κατ’ ἐκεῖνο προτερεῖν τοὺς ἀνθρώπους.’