Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.19
Not analysed yet
Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος Ἓλλησιν ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ τοιάδε εἶναι ἐδόκει τὰ τῆς τῶν δηλωθέντων φυσιολογίας, εἰκότως μοι δοκῶ καὶ ἡμᾶς τὴν τούτων ἁπάντων ἀθεότητα παρῃτῆσθαι, ἐπεὶ καὶ τὰ τῆς πολυθέου πλάνης αὐτῶν οὐκ εοικεν εἶναι ἀλλότρια τῶν εἰρημένων. τοῦτο μὲν οὖν ἐπὶ καιροῦ τοῦ προσήκοντος ἐλεγχθήσεται, καθ’ ὃν ἀποδείξομεν ὅτι πρῶτος Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς αἰτίᾳ μνημονεύεται νῦν δέ μοι ἐπὶ τὸν Διόδωρον μετάβα, καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώπων θεολογίας ἱστορεῖ