Ancient Greek · ~5 min
9.1 to 9.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.1-4
Not analysed yet
“Τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον, καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀïδίους τε καὶ πρώτους, τόν τε ἤλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἰσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τὴς προσηγοοίας. υεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ελληνικὸν τῆς διαλέκτου τρόπον εἶναι μὲν τὸν Ὂσιριν πολυόφθλμον, εἰκότως· πάντη γὰρ ἐπιβαλλοντα τὰς ἀκτῖνας ὡσπερ πολλοῖς ὀφθαλμοῖς βλέπειν ἂπασαν γῆν καὶ θάλατταν· καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις, Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις. τῶν δὲ παρ’ Ἓλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι καὶ Σείριον παρωνύμως. ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν. Ὀρφεὺς δὲ τοὔνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον. φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικιλίας περιῆφθαι. τὴν δὲ Ἰσιν μεθερμηνευομένη εἶναι παλαιὰν, τεθειμένης τῆς προσηγορίας τῇ σελήνῃ ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς γενέσεως· κέρατα δ’ αὐτῇ περιτιθέασιν ἀπό τε τῆς ὄψεως, ἣν ἔχουσα φαίνεται καθ’ ὃν ἂν χρόνον ὑπάρχῃ μηνοειδὴς, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ βοὸς παρ’ Αἰγυπτίοις. τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν.