Ancient Greek · ~2 min
8.3 to 8.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.3-3-4
Not analysed yet
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην ἠναντίωται. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν ἠδυνήθη ,τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις τοῖς ἔπεσι συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλὰ μᾶλλον τό τινα κατ’ ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων εὑρεθήσεται. τὸ γὰρ ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερὴ, ἥτις λάχε γεινόμενόν περ, οὖχ ὅτι πάντα κατὰ τὴν κῆρα συμβαίνει λέγοιτο ἂν, ἀλλ’ αὐτὸ τὸ τεθνήξεσθαι· καὶ γὰρ ὡς ἀληθῶς παντὶ γεννητῷ ζῴῳ θανεῖν καθείμαρται.