Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.30
Not analysed yet
πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον ,καὶ τῶν ἐνεργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέ- λαν καὶ τῷ ψυχρῷ τὸ θερμὸν ,οὑτωσὶ δὲ καὶ τὸ παρ’ ἡμᾶς τῷ καθ’ εἱμαρμένην, εἴ γε καθ’ εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἠμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ’ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται, ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτε- λεῖται.