Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.5-2
Not analysed yet
ἀλλὰ μὴν καὶ τὸ ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ ,ὅτε μιν τέκε μήτηρ, τὸ αὐτὸ βούλεται. οὐ γὰρ ὅτι πάντα αὐτῷ τὰ μετὰ ταῦτα καθ’ εἱμαρμένην συμβήσεται λέγει, ἀλλ’ ὅτι κατ’ ἀνάγκην αὐτῷ τινὰ συμβήσεται. ἡ γὰρ τοῦ ἅσσα διαστολὴ τί ποτε ἕτερον ἢ τοῦτο σημαίνει; πολλὰ δὲ κατ’ ἀνάγκην ἡμῖν ,εἰ καὶ μὴ πάντα, ἐπίκειται.