Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.31
Not analysed yet
ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοιμάτιον φυλάττειν ἐκεῖνο σώζηται, καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίγνηται ,καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀπο- θνήσκειν ὑπ’ αὐτῶν, καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ᾿ εἱμαρμένην ἐνταῦθα σωθήσεται;