Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.6-2
Not analysed yet
καὶ τὸ Μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ἄριστα εἴρηται. τίς γὰρ ἂν δύναιτο τὰ κατ’ ἀνάγκην παντὶ ζῴῳ συγκυροῦντα διαφυγεῖν; ὥστ’ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον Χρύσιππος ἐν τῷ πάντα καθ’ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον ,εἴ γε ἐκεῖνος μὲν ὅτι πολλὰ γίνεται παρ’ ἡμᾶς σαφῶς καὶ πολλάκις εἴρηκε, τὸ δ’ ὅτι κατὰ ἀνάγκην πάντα συμβαίνει, οὐδαμοῦ ῥητῶς λέγων ἂν εὑρεθείη.