Ancient Greek
Γʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 1-3
Not analysed yet
Εἰ μὲν οὖν μία καὶ ἡ αὐτὴ εἴη Μαρία παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς, λέξομεν ὅτι ἡ αὐτὴ πολλάκις ἐπὶ τὸν αὐτὸν ἀπήντα τόπον, ἐπειδὴ εἷλκεν αὐτὴν ἡ ἔκπληξις τοῦ πράγματος καὶ ἡ ἐπὶ τῷ γεγονότι χαρά· πρώτη τοίνυν ἀπαντήσασα καὶ πρώτη τεθεαμένη τὰ παρὰ τῷ Ἰωάννῃ, ἐσπευσμένως ἀπῄει πρὸς τοὺς ἀποστόλους τὸ πρῶτον, τὴν τοῦ μνήματος ἄνοιξιν ἀπαγγέλλουσα· εἶθ' ἅμα τὴν ἀνάστασιν τεθεαμένη, ἐδυσφόρει ὑπονοοῦσα ἦρθαι τὸ σῶμα τοῦ Ἰησοῦ ἀπὸ τοῦ μνήματος, μὴ εἰδέναι τε ὅπου τέθειτο· εἶτ' ἐπανῄει δεύτερον σὺν αὐτοῖς ἐπὶ τὸ μνῆμα· ὡς δ' ἐπέστρεφον οἴκαδε ἐκεῖνοι, μόνη πάλιν ἀπολειφθεῖσα ἐν τῷ τόπῳ, ἔκλαιεν ἑστῶσα· εἶτα τοῦ μνήματος εἴσω διακύψασα, τοὺς δύο ἀγγέλους ἐθεώρει· ἔπειτα καὶ αὐτὸν ὁρᾷ τὸν Σωτῆρα· ὃς, ἐπειδὴ κλαίουσα εἱστήκει, ἀνθρωπίνως δὲ καὶ ταπεινῶς, ὡς ἂν κλαπέντος σώματος αὐτοῦ, διακειμένη, ἀνάξιά τε περὶ αὐτοῦ φρονοῦσα, πρῶτον μὲν αὐτὴν γυναῖκα ὀνομάζει, ἐπιπλήττων αὐτῇ καὶ ὀνειδίζων τὸ γυναικεῖον πάθος· διό φησιν, γύναι, τί κλαίεις; εἶτά φησιν πρὸς αὐτήν· Μαρία· διὰ τοῦ ὀνόματος αὐτὴν ἑαυτῆς ὑπομιμνήσκων, καὶ τῶν πάλαι πρὸς αὐτήν τε καὶ τοὺς λοιποὺς μαθητὰς περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγων· ἡ δ' εἰς συναίσθησιν ἐλθοῦσα, καὶ τί ποτε ἦν ἀπὸ τῆς φωνῆς καὶ τῆς τοῦ λόγου δυνάμεως ἐπιγνοῦσα, Ῥαββουνί φησιν, ὃ μεθερμηνεύεται διδάσκαλε.