Ancient Greek · ~6 min
Γʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 2-3
Not analysed yet
Εἶτ' ἐπειδὴ ὡς διδασκάλῳ αὐτῷ ἔτι καὶ οὐχ ὡς Θεῷ προσιέναι ὡρμᾶτο, ἀναίνεται καὶ παραιτεῖται αὐτὴν, Μή μου ἅπτου· θνητὰ γὰρ ἔτι φρονοῦσα, οὐχ οἵα τε ἦν τῆς αὐτοῦ θεότητος θίγειν· οὐδὲ γὰρ ἄξιον ἦν τὴν ἔτι κλαίουσαν, καὶ κάτω περὶ τὰ μνήματα καὶ τάφους οἷα νεκρὸν ζητοῦσαν αὐτὸν, ταπεινά τε καὶ ἀνθρώπινα περὶ αὐτοῦ δοξάζουσαν, τῆς ἐπαφῆς αὐτοῦ κοινωνεῖν· διὸ τὴν αἰτίαν ἀπήλεγχεν, μὴ γὰρ ἀνεληλυθέναι οὔπω φησὶν, ὅσον τὸ ἐπ' αὐτὴν, πρὸς τὸν Πατέρα, ἐπεὶ μὴ τοῦτ' ἐπίστευσεν γεγονέναι, νεκρὸν δέ που κεῖσθαι αὐτὸν ᾤετο· διό φησιν πρὸς αὐτήν· Μή μου ἅπτου, τοιαύτη τις οὖσα καὶ τοιαῦτα περὶ ἐμοῦ λογιζομένη· σοὶ γὰρ Θεὸς οὔπω πεπίστευμαι· σοὶ ἔτι κάτω εἶναι λελόγισμαι· οὕτω τὴν κλαίουσαν καὶ δόξασαν αὐτὸν εἶναι τὸν κηπουρὸν, διὰ μὲν τοῦ Μή μου ἅπτου ἀπέστρεφεν ἐπιπλήττων αὐτῇ· ὡς καὶ διὰ τοῦ γυναῖκα καλεῖν, καὶ διὰ τοῦ λέγειν, Τί κλαίεις; τὸ γὰρ κλαίειν τὸν ζῶντα, μᾶλλον δὲ τὴν ζωὴν αὐτὴν, ἐσχάτης ἦν ἀμαθίας· καὶ διὰ μὲν τούτων ἐπέπληττεν αὐτῇ· διὰ δὲ τῶν ἑξῆς τὴν καθ' ἑαυτὸν ἐπαίδευεν θεολογίαν· ἡ δ' ἐπὶ τούτοις τὰ μεγάλα ὠφελημένη, πάλιν ἀναχωρεῖ τοῦ μνήματος· τοῦτο δεύτερον· εἶτ' ἐξειποῦσα τῇ ἄλλῃ Μαρίᾳ τὰ τεθεαμένα παρὰ τῷ Ἰωάννῃ, ἐπανῄει σὺν αὐτῇ· τοῦτο τρίτον· καὶ τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων θεωρὸς ἐγίγνετο οὐκέτι μόνη. σὺν δὲ τῇ ἑτέρᾳ Μαρίᾳ· καὶ οὐκέτι εἴσω τοῦ τάφου παρακύπτουσα ὡς παρὰ τῷ Ἰωάννῃ, οὐδὲ δύο ἀγγέλους, ἀλλ' ἕνα πρὸς τῷ λίθῳ καθήμενον ὁρῶσα.