Ancient Greek · ~5 min
Αʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 2
Not analysed yet
Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώσματος· εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἂν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματθαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμένοις· τὸ γὰρ ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα· καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν· καὶ τὴν διάνοιαν ἀφορίσομεν τῶν ἑξῆς ἐπιλεγομένων· εἶτα τὸ μὲν ἀναστὰς ἂν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων· τότε γὰρ ἐγήγερτο· τὸ δὲ ἑξῆς ἑτέρα, ὂν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις· πρωῒ γὰρ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τοῦ Σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· οὕτως οὖν καὶ παρὰ τῷ Μάρκῳ πρωῒ ἐφάνη αὐτῇ· οὐ πρωῒ ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ Σαββάτου· τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τότε, ἀλλὰ πρωΐ· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο· τὸν μὲν γὰρ τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ Σαββάτου· τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωῒ, ὃν ἔγραψεν ὁ Μάρκος εἰπὼν (ὃ καὶ μετὰ διαστολῆς ἀναγνωστέον) «ἀναστὰς δέ·» εἶτα ὑποστίξαντες, τὸ ἑξῆς ῥητέον, «πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.»