Ancient Greek · ~7 min
Βʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 1-2
Not analysed yet
Οὐδὲν ἂν ζητηθείη κατὰ τοὺς τόπους, εἰ τὸ ὀψὲ Σαββάτων μὴ τὴν ἑσπερινὴν ὥραν τὴν μετὰ τὴν ἡμέραν τοῦ Σαββάτου λέγεσθαι ὑπολάβοιμεν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτὸς τῆς μετὰ τὸ Σάββατον· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώθαμεν λέγειν, καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας· οὐ τὴν ἑσπέραν δηλοῦντες, οὐδὲ τὸν μετὰ ἡλίου δυσμὰς χρόνον, τὸ δὲ σφόδρα βράδιον τούτῳ σημαίνοντες τῷ τρόπῳ· ὅθεν ὥσπερ διερμηνεύων αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος μετὰ τὸ ὀψὲ Σαββάτων, ἐπήγαγε τῇ ἐπιφωσκούσῃ φησί· δηλαδὴ ὥρᾳ τῇ λοιπὸν ἤδη ὑποφαινούσῃ, καὶ ἐπιφωσκούσῃ εἰς τὴν Κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ καὶ πόῤῥω λοιπὸν ἐλαύνουσα τῶν Σαββάτων· λέλεκται δὲ ὀψὲ τοῦ Σαββάτου παρὰ τοῦ ἑρμηνεύσαντος τὴν Γραφήν· ὁ μὲν γὰρ εὐαγγελιστὴς Ματθαῖος Ἑβραΐδι γλώττῃ παρέδωκε τὸ εὐαγγέλιον· ὁ δὲ ἐπὶ τὴν Ἑλλήνων φωνὴν μεταβαλὼν αὐτὸ, τὴν ἐπιφωσκοῦσαν ὥραν εἰς τὴν Κυριακὴν ἡμέραν, ὀψὲ Σαββάτων προσεῖπεν· ὥστε τὸν αὐτὸν σχεδὸν νοεῖσθαι καιρὸν, ἢ τὸν σφόδρα ἐγγὺς παρὰ τοῖς εὐαγγελισταῖς διαφόροις ὀνόμασι τετηρημένον· μηδέν τε διαφέρειν Ματθαῖον εἰρηκότα· «Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον,» Ἰωάννου φήσαντος· «τῇ δὲ μιᾷ τῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον, ἔτι οὔσης σκοτίας.» Πλατυκῶς γὰρ ἕνα καὶ τὸν αὐτὸν δηλοῦσι χρόνον διαφόροις ῥήμασι· ὁ μὲν Ματθαῖος ὀψὲ, ἀντὶ τοῦ βράδιον· καὶ ὀψὲ τῆς νυκτὸς ὀνομάσας πρωῒ, ὁ διερμηνεύων ἐπήγαγε τὸ σκοτίας οὔσης, ἵνα μή τις τὸν ὄρθρον λέγειν αὐτὸν ὑπολάβοι· ὡς καὶ ὁ Ματθαῖος τῷ ὀψὲ Σαββάτων, ἵνα μὴ τὴν ἑσπερινὴν ὥραν νομίσειέ τις λέγεσθαι, προσέθηκε τὸ τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. Ἐπεὶ καὶ ἀκριβῶς οὗτος Σαββάτου εἶπεν τὴν ὀψίαν, μή τις τὴν ἑσπέραν ὑπολάβοι λέγεσθαι τὴν μετὰ ἡλίου δυσμὰς, ἀλλὰ Σαββάτων φησὶν ὀψέ.