Ancient Greek · ~8 min
Βʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 2-2
Not analysed yet
Ἔθος δὲ ὅλην τὴν ἑβδομάδα Σάββατον καλεῖν, καὶ πάσας τὰς ἡμέρας οὕτως ὀνομάζειν. Λέγεται γοῦν παρὰ τοῖς εὐαγγελισταῖς τῇ μιᾷ τῶν Σαββάτων· ἐν δὲ τῇ συνηθείᾳ, δευτέρα Σαββάτων, καὶ τρίτη Σαββάτων, καὶ τετάρτη Σαββάτων· οὕτως οὖν ὁ Ματθαῖος τὸν καιρὸν τὸν ἐπιφαύσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας, Σαββάτων ὀψὲ ὠνόμασεν· οὐκ εἰπὼν ἑσπέραν τοῦ Σαββάτου, οὐδὲ ὀψὲ Σαββάτου· ἐπεὶ ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ Σαββάτου μετὰ ἡλίου δυσμὰς ἑσπέρας γινομένης ἀπονηστίζεσθαι· καὶ οὐκέτι τὴν Κυριακὴν ἡμέραν ἀγαλλιᾷν, ἀλλὰ τὴν ἐσπέραν τοῦ Σαββάτου, εἴπερ τοῦτ' ἐδήλου ὁ εὐαγγελιστής. Ἀλλ' οὐχ ἑσπέρας τοῦ Σαββάτου εἰώθαμεν τὰς νηστείας καταλύειν, ἀλλ' ἢ νυκτὸς ἐπιλαβούσης, αὐτῷ μεσονυκτίῳ, καὶ ἢ περὶ ἀλεκτόρων βοὰς, ἢ ἀμφὶ τὸν ὄρθρον· ὥστε καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, καὶ ἐκ τῆς κεκρατηκυίας ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συνηθείας, τὸν διὰ τοῦ ὀψὲ Σαββάτων δηλούμενον καιρὸν, μὴ τὴν ἑσπερινὴν ὥραν εἶναι, ἀλλὰ ταύτην, ἣν Ματθαῖος αὐτὸς παρέστησεν εἰπὼν τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων. Οὐδὲ γὰρ λόγον εἶχε κατὰ τὴν ἑσπέραν τοῦ Σαββάτου τοιούτων θαυμάτων ἀμφὶ τὸ μνημεῖον τοῦ Σωτῆρος ἀποτελουμένων, μὴ οὐχὶ πάντας τοὺς τὴν πόλιν οἰκοῦντας μαθεῖν τὰ γινόμενα, καὶ συνδρομὴ γεγόνει ἐπὶ τὸ μνῆμα, πάντων ἐγρηγορότων. Ἀκόλουθον δὲ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. Οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρχιερέων διαφημίσαι εἰς πάντας, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· ὃ δὴ χώραν οὐκ εἶχεν πλάττεσθαι αὐτοὺς εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο. Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀποδείκνυσθαι τὸ παρὰ τῷ Ματθαίῳ λεγόμενον ὀψὲ Σαββάτων, μὴ τὴν ὀψινὴν ὥραν τοῦ Σαββάτου σημαίνειν, μηδὲ τὸν ἑσπερινὸν καιρόν· ἀλλ' αὐτὸς Ματθαῖος ἐπήγαγεν τὴν ἐπιφώσκουσαν ὥραν εἰς μίαν Σαββάτων, ἥτις ἦν πρωῒ, ἔτι σκοτίας οὔσης κατὰ τὸν Ἰωάννην· οὕτω γὰρ ἡ συμφωνία συνδράμοι ἂν τῶν εὐαγγελικῶν φωνῶν· ὡς καιροῦ μὲν ἑνὸς δι' αὐτῶν σημαινομένου, ἀναλλαττόντων δὲ παρ' ἑκάστου τῶν τοῦ καιροῦ μορίων· ἐπεὶ καὶ μιᾶς καὶ τῆς αὐτῆς ὥρας, καὶ τὴν ἀρχήν ἐστιν ἐπινοῆσαι, καὶ τὸ μέσον, καὶ τὸ τέλος.