Ancient Greek · ~5 min
Βʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 5
Not analysed yet
Λυθείη δ' ἂν καὶ ἄλλως τὰ προκείμενα, εἰ ἑτέρας μὲν τὰς παρὰ τῷ Ματθαίῳ Μαρίας ὑπολάβοις εἶναι, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ· τέσσαρας γοῦν τὰς πάσας Μαρίας παρούσας τῷ πάθει τοῦ Σωτῆρος μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρῶτον μὲν οὖν τὴν Θεοτόκον τὴν αὐτοῦ τοῦ Σωτῆρος μητέρα· δευτέραν δὲ τὴν ταύτης ἀδελφὴν Μαρίαν, τὴν τοῦ Κλωπᾶ· εἶτα τρίτην Μαρίαν τὴν Μαγδαληνήν· καὶ τετάρτην τὴν Ἰακώβου καὶ Ἰωσὴφ μητέρα· καὶ τῶν μὲν πρώτων τριῶν Μαριῶν ἐμνημόνευσεν Ἰωάννης λέγων οὕτως· «Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.» Τῆς δὲ τετάρτης Μαρίας τῆς μητρὸς Ἰακώβου καὶ Ἰωσὴφ, οἱ λοιποὶ τρεῖς ἐμνημόνευσαν εὐαγγελισταὶ, συμπαραλαβόντες τῇ Μαγδαληνῇ καὶ αὐτήν· Ματθαῖος μὲν οὕτως εἰπών· «Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ, αἳ ἐθεάσαντο τὸν τόπον ποῦ τίθεται.» Καὶ ὁ Λουκᾶς δὲ περὶ τῆς ἄλλης Μαρίας οὕτως ἱστορεῖ· «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς.»