Ancient Greek · ~3 min
Βʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 6
Not analysed yet
Τούτων οὖν τῶν τεσσάρων Μαριῶν, εἰ τὰς δύο τὰς παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἐλθούσας ἐπὶ τὸ μνημεῖον, καὶ τὸν ἄγγελον θεασαμένας, ἑτέρας εἶναι ἐκλάβοις παρὰ τὴν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι σκοτίας οὔσης ἀφικομένην μόνην κατὰ τὸν Ἰωάννην, ἀγνοοῦσαν τὸ ἐπὶ τὴν ἀνάστασιν, καὶ διὰ τοῦτο κλαίουσαν, οὐδὲν ἂν σκολιὸν ἀπαντήσεται, πάσης ἀπορίας καὶ ζητήσεως ἐκποδὼν ἀρθείσης· καὶ ὀψὲ μὲν Σαββάτων, κατὰ τὰ ἀποδεδομένα, πεπραγμένων τῶν ἐπὶ τῷ Ματθαίῳ συγγεγραμμένων ἐπὶ παρουσίᾳ τῶν δύο Μαριῶν, πρωΐας δὲ τῇ μιᾷ τῶν Σαββάτων ἑτέρας Μαρίας τὰς παρὰ τῷ Ἰωάννῃ τεθεαμένας, ἀληθεύεσθαί τε κἀκεῖνα καὶ ταῦτα, μηδὲ ἀντιλογίαν περιέχειν τοὺς τόπους, μήτε κατὰ τοὺς χρόνους, μήτε κατὰ τὰ πρόσωπα, μήτε κατὰ τοὺς λόγους.