Ancient Greek · ~2 min
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 6-2
Not analysed yet
Ἀλλ' ἐπεὶ Χριστός φησιν, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς ἔσομαι, ἔστι δὲ οὕτως εἰπεῖν· ἆρα εἰ χρεώστην ἐπαγγειλάμενον τῷ οἰκείῳ δανειστῇ μετὰ τρεῖς ἡμέρας πληρώσειν τὸ χρέος, πρὸ τῆς προθεσμίας πληρώσαντα θεασάμενοι, ὡς ψευσάμενον κρινοῦμεν, ἢ ὡς πλέον ἀληθεύσαντα; Καὶ ἄλλως· εἰ θᾶττον ἢ εἶπεν, ἀνέστη, πλέων ἡ δύναμις, καὶ ἔγκλημα οὐκ ἔχει· τὸ δὲ βράδιον, ὑποψίας γέμει καὶ ψεῦδος λογίζεται γιγνόμενον· ψεῦδος μὲν, ὅτι παρῆλθεν ὁ λεχθεὶς ὅρος· ὕποπτον δὲ, ὅτι τῶν φυλάκων ἀναχωρησάντων, κλοπὴ τὸ πρᾶγμα ἐνομίσθη ἄν.