Ancient Greek · ~5 min
Δʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum 5-2
Not analysed yet
Ὅτι ἀποροῦσί τινες ὡς τρεῖς ἡμέραι καὶ τρεῖς νύκτες πληροῦνται, καθὼς εἶπεν Χριστὸς, αἱ τῆς ἀναστάσεως· καὶ ἔστιν εἰπεῖν· οἱ μὲν ἀπὸ τῆς προδοσίας· οἱ δὲ τὴν Παρασκευὴν εἰς δύο ποιοῦσιν, ἐπεὶ νὺξ γέγονεν καὶ πάλιν ἡμέρα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ ἡλίου σκοτισθέντος καὶ πάλιν ἀναφλεχθέντος· εἶτα ἡ τοῦ Σαββάτου ἡμέρα ὅλη καὶ ἡ νὺξ αὐτῆς. Οἱ δὲ ἡμέραν μὲν τὴν Παρασκευὴν ὅλην καὶ τὴν νύκτα αὐτῆς, Σάββατον ὅλον καὶ τὴν νύκτα αὐτοῦ· τῆς δὲ Κυριακῆς τὴν ἀρχὴν εἰς ἡμέραν μετροῦσιν ὅλην· ὡς ἀρξαμένης ἤδη τότε ὁ Χριστὸς ἠγέρθη· οὕτω τρεῖς ἡμέρας λέγουσιν. Ἐπεὶ καὶ ἐπὶ νεκρῶν καὶ ἐπὶ τῶν ἀρτιγενῶν παίδων οὕτως μετρεῖν ἔθος ὅλην ἡμέραν, ὅτε τὴν ἀπὸ τῆς δεκάτης ὥρας ἀρξαμένην γέννησιν μετροῦμεν, ἢ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς ἡμέρας ἀρξαμένην γέννησιν· ὁμοίως καὶ ἐπὶ νεκρῶν τὴν τρίτην ἡμέραν καὶ τὴν ἐνάτην καὶ τὴν τεσσαρακοστὴν τὰ νενομισμένα ποιοῦντες· οὐχ ὅλην τὴν τρίτην μετὰ τῆς νυκτὸς αὐτῆς· οὐδὲ ὅλην τὴν ἐνάτην μετὰ τῆς οἰκείας νυκτὸς αὐτῆς· οὐδὲ τὴν τεσσαρακοστὴν ὁμοίως ὅλην μετὰ νυκτὸς αὐτῆς· ἀλλὰ τὰς ἀρχὰς τῶν τελευταίων ἡμερῶν ὁρῶντες ἐκτελοῦμεν τὰ πραττόμενα, ὅλην ἡμέραν ταύτην καὶ μετροῦντες καὶ λογιζόμενοι.