Ancient Greek
Ιϛʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 1-13
Not analysed yet
Λουκᾶς μὲν τὸν καιρὸν ἱστορῶν τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, τῆς Αὐγούστου βασιλείας μνημονεύει καὶ τῆς κατ' αὐτὸν ἀπογραφῆς· φησί τε μηδὲ ἐσχηκέναι αὐτοὺς ἐν τῇ Βηθλεὲμ κατάλυμα, πλήθους συνόντος ὡς εἰκὸς ἐν τῇ Βηθλεὲμ τῶν ἀπὸ γένους Δαβὶδ τῆς ἀπογραφῆς ἕνεκεν· διὸ μηδὲ οἴκου τὸν Ἰωσὴφ εὐπορεῖν· ὅθεν τεκοῦσάν φησι τὴν Μαρίαν σπαργανῶσαι τὸ βρέφος καὶ ἀποθέσθαι ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι αὐτοῖς τόπον ἐν τῷ καταλύματι· καὶ εἰκός γε ἦν πλείστων συνόντων διὰ τὴν ἀπογραφὴν μὴ εὐπορεῖν καταγωγίου, ἀλλὰ καὶ, «Ὅτε, φησὶν, αἱ ἡμέραι ἐπλήσθησαν τοῦ περιτεμεῖν αὐτὸν (χρὴ δὲ τοῦτο γίνεσθαι ὀγδόῃ μετὰ τὴν ἀπότεξιν ἡμέρᾳ), ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα, καὶ τελέσαντες ἐπ' αὐτῷ τὰ νενομισμένα, ἀπίασιν εἰς Ναζαρέθ.» Τούτων παρὰ τῷ Λουκᾷ κειμένων οὐδενὸς μνημονεύσας ὁ Ματθαῖος, παραχωρήσας δὲ τῷ Λουκᾷ τὰ εἰρημένα, ἕτερα αὐτὸς διηγεῖται· τίνα δὲ ἦν ταῦτα, ἀλλ' ἢ τῶν Μάγων ἀπὸ Ἀνατολῆς ἄφιξις; κινησάντων μὲν ἀπὸ τῆς οἰκείας γῆς ἅμα τῷ γεννηθῆναι τὸν Ἰησοῦν, ἀστέρος αὐτοῖς τὴν γνῶσιν τῆς γεννήσεως ὑποφήναντος, οὐδήπου δὲ τὴν τοσαύτην στειλαμένων πορείαν καιρῷ βραχεῖ· οὐ γὰρ ἐν ἡμέραις ὀκτὼ τὴν ἀπὸ Ἀνατολῶν ὁδὸν εἰκὸς αὐτοῖς ἐπὶ τὴν Ἰουδαίαν ἠνῦσθαι, ὡς τὸν αὐτὸν νομίσαι εἶναι καιρὸν τῆς τε τούτων ἀφίξεως, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως· εἰ δὲ καὶ πυνθανόμενοι λέγουσι, «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ,» οὐ τὸν σήμερον τεχθέντα, ὡς ἄν τις ὑπολάβοι, καθ' ὃν ταῦτα ἐπυνθάνοντο χρόνον δηλοῦσιν, ἀλλὰ τὸν τότε γενόμενον ὅτε αὐτοῖς ὁ ἀστὴρ ἐπέφανε.